Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἁμαρτάνουσι. πῶς οὖν δύνανται προγινώσκειν ἢ προειπεῖν τι ἀληθὲς, τοσούτων ἐν τῷ μεταξὺ πλημμεληθέντων, καὶ τὴν φύσιν, ὡς εἰπεῖν, ἀμυνάντων; δεῖ γοῦν τὸν ἰατρεύειν βουλόμενον ποιεῖν τὰ δέοντα καὶ ἐὰν τὰ περισσὰ καὶ τὰ ἄκαιρα καὶ βλαβερὰ ἀφιέναι· δεύτερον δὲ καὶ ὁ νοσῶν εὐπειθὴς ἔστω τὰ πάντα καὶ μηδὲν ὑπ᾿ ἀκολασίας ἁμαρτανέτω· καὶ τρίτον οἱ παρόντες αὐτῷ μηδὲν πλημμελείτωσαν, ὡς ἤτοι θυμὸν ἀγείρειν ἐφ᾿ οἷς ἁμαρτάνουσιν, ἢ λύπην ἐφ᾿ οἷς ἀκαίρως ἀγγέλλουσιν, ἢ βλάβην ἐφ᾿ οἷς ἐλλιπῶς παρασκευάζουσιν. ἐὰν μὲν οὖν μήθ᾿ ὁ ἰατρὸς ἁμάρτοι τι, μήθ᾿ ὁ κάμνων, μήτε τῶν ὑπηρετουμένων μηδεὶς, ἀλλὰ μήτε τῶν ἔξωθέν τι πλημμεληθείη, ἀληθὴς ἔσται σοι πρόγνωσίς τε καὶ πρόῤῥησις καὶ τῇ φύσει ἐμποδὼν οὐ γενήσεται. γινομένου δέ τινος ἁμαρτήματος, ἐπισκεπτέον αὐτοῦ τὸ μέγεθος. μάλιστα δέ τεχνικὸν ὑπάρχειν χρὴ περὶ δίαιταν. οὗτος γὰρ μόνος ἐξεταστικὸς καὶ διαγνωστικός ἐστι τῆς

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]