In Hippocratis De Alimento (On Hippocrates' Nutriment)
Kühn 1828
Ἐς τρίχας τροφὴ καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνέεται. ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνέεται, ξύῤῥοια μία, ξύμπνοια μία.
Δέδεικται μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις ὅτι ἕκαστον μόριον ἕλκει τὴν οἰκείαν αὐτῷ τροφήν· καὶ ὅτι φυσικὸν ἔργον ἐστὶν ἡ ἀνάδοσις τροφῆς, ἐκ κοιλίας μὲν εἰς ἧπαρ, ἐξ ἥπατος δὲ εἰς ὅλον τὸ σῶμα· καὶ ὅτι τῶν φυσικῶν ἐνεργειῶν ἡ πρώτη τε καὶ ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις ἐστὶν εἶδός τι οὖσα τῆς ἀλλοιωτικῆς ἐνεργείας. ἐπειδὴ δὲ ἡ κατὰ τὴν γαστέρα πέψις ἀλλοίωσίς ἐστι καὶ ἡ ἐν ταῖς φλεψὶ καὶ ἡ καθ᾿ ἕκαστον μόριον, διὰ τοῦτο ἕπεται μὲν ἐξομοίωσις, οὐ ταὐτὸν μὲν ὄνομα τῇ θρέψει, τὸ δ᾿ ἔργον οὐχ ἕτερον. εἰσὶ μέντοι τινὲς ἡγούμενοι οὐδεμίαν οὐδενὶ μορίῳ ὑπάρχειν ἑλκτικὴν δύναμιν τῆς οἰκείας ποιότητος. ἡμῖν δὲ οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τὴν ὁλκὴν γίνεσθαι καὶ τὴν
Work
Title: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 224-417
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_099.xml [346 Kb]