Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἀπόκρισιν ἐν διαφόροις τοῖς χρόνοις οὐδὲν χαλεπὸν δεικνύναι, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος οὐ μόνον ἐδέσματα καὶ πόματα παράγων εἰς ἑαυτὸν, ἀλλὰ κᾀν ταῖς ναυτίαις τὴν ἐναντίαν ἐνέργειαν ποιῶν ἐναργῶς φαίνεται. ταὐτὸ τοῦτο ποιεῖ καὶ ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἣ διὰ τοῦ ἑαυτοῦ αὐχένος πληροῦται καὶ ἐκκενοῦται. ὡσαύτως δὲ καὶ ὁ στόμαχος τῶν μητρῶν ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ κυήματος. δέδεικται δὲ ἤδη ἡμῖν ὅτι δι᾿ ὧν εἰς ἧπαρ ἐνεδόθη τι φλεβῶν ἐκ γαστρὸς, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς ἀσιτίαις ταῖς μακροτέραις δύναται ἕλκεσθαι ἡ τροφή. τῶν δὲ φλεβῶν τῶν ἐν τῷ μέσῳ τεταγμένων ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν ὁ αὐτὸς λόγος. ὅτε μὲν γὰρ ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφὴ, διὰ τῶν εἰρημένων εἰς ἧπαρ ἀναφέρεται φλεβῶν· ὅτε δὲ εἴη κενὰ καὶ δεῖται τροφῆς, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι. τούτων μὲν οὕτως ἐχόντων πᾶν μόριον ἕλκει μὲν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. καὶ τοῦτό

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]