Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

στοιχείων οὐκ ἐγχωρεῖ γενέσθαι τι τῶν ἑτερογενῶν· ἐκ δὲ τῶν μεταβαλλόντων ἐγχωρεῖ. ὁρῶμεν γάρ ποτε ἐν πολλαῖς ταῖς μεταξὺ γινομέναις μεταβολαῖς τὸ τέως μέλαν αὖθις γενέσθαι λευκὸν καὶ τὸ τέως λευκὸν, αὖθις μέλαν, καὶ τὸ νῦν ἀναίσθητον αὖθις αἰσθητικόν. ὅσοι μὲν οὖν ἐκ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος ἀλλοιουμένων τε καὶ μεταβαλλομένων καὶ κεραννυμένων δι᾿ ὅλων ἀξιοῦσι γενέσθαι τι τῶν συνθέτων σωμάτων αἰσθητικὸν, τἀληθὲς λέγουσιν. ὅτι δέ τινες λέγουσι τὰ σώματα μὴ εἶναι αἰσθητικὰ, ἐπειδὴ τῇ ἐνεργείᾳ οὐκ αἰσθάνεται, καὶ ἐν τῷδε ἐνδεχόμενα λέγουσι. τὸ γὰρ ἡμέτερον σῶμα καίτοι φανερῶς ὑπάρχον αἰσθητικὸν, ὅμως οὐκ αἰσθάνεται, πρὶν παθεῖν ὑπό τινος. διὸ ἤτοι ἐξ αἰσθητικῶν τε καὶ πασχόντων τῶν πρώτων στοιχείων, ἤτοι ἐξ ἀναισθήτων μὲν, ἀλλὰ μεταβάλλεσθαι καὶ ἀλλοιοῦθαι δυναμένων ἀνάγκη συνίστασθαι τὸ μέλλον αἰσθήσεσθαι, ἀληθής ἐστιν ἡ τοῦ παλαιοῦ δόξα, πάντα εἶναι συμπαθῆ. ἢ νῦν λέγει περὶ τῶν μόνων τοῦ σώματος ἡμῶν μορίων σημαίνων

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]