In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων
γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέως ἀναπτύσουσιν·
ἂν δὲ ἄρξωνται μόνον πτύειν οἶα δεῖ, κατ᾿ οὐδέτερον
ἔτι τῶν τρόπων ἡ νόσος αὐξηθήσεται, οὔτε κατὰ
τὴν διάθεσιν οὔτε κατὰ τὰ συμπτώματα. πολλάκις γὰρ ἡ
μὲν διάθεσις αὐτὴ καθ᾿ ἣν νοσοῦσιν ἐπιεικεστέρα γίγνεται,
τὰ δὲ συμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόντων
μορίων, ὡς αὐτὸς εἶπε, περὶ τὰς γενέσιας τοῦ πύου
τοὺς πόνους καὶ τοὺς πυρετοὺς συμπίπτειν μᾶλλον ἢ γενομένου.
πολλάκις δ᾿ ἀλλήλοις συναυξάνεται καὶ συμμειοῦται
τά τε τῶν συμπτωμάτων μεγέθη καὶ τὸ τῆς διαθέσεως, καὶ
γίγνεταί γε τοῦτο κατ᾿ ἐκείνας τὰς φλεγμονὰς, ἐν αἷς ἐκροὴν
ἔχει τὸ γεννώμενον πῦον, ὡς ἐπὶ τραυμάτων τέ τινων εἴωθε
γίνεσθαι καὶ κατὰ τὰς περιπνευμονίας τε καὶ πλευρίτιδας.
ἐνδέχεται οὖν ἐν τούτοις τοῖς νοσήμασιν ἔτι διαιτωμένους
τοὺς κάμνοντας ἐπὶ ποτοῖς μόνοις οὐκ ἀνωφελῶς
χρῆσθαι τοῖς λουτροῖς, ἐπειδὴ καὶ τῆς ὀδύνης αὐτῶν ἔφη
παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν.
ἀλλὰ δηλονότι προκενώσαντα τοῦτο χρὴ ποιεῖν, εἰδότας
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]