Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)

Kühn 1828

συνάπτουσαν δηλονότι τὰ εἰρημένα σπλάγχνα, τὴν κοίλην ὕστερον ὑπὸ τῶν ἰατρῶν ὀνομασθεῖσαν, ἐπειδὴ τῶν κατὰ τὸ σῶμα τοῦ ζώου φλεβῶν ἐστιν εὐρυτάτη. εἰκότως οὖν τὸ ἐν τούτοις τοῖς τόποις αἷμα διὰ τὸ πεπληρῶσθαι τὰς φλέβας οὐκ ἐπιτρέπει τὸ διεξέρχεσθαι τὸ πνεῦμα, ἀλλὰ καθάπερ ἐν νεκρῷ τῷ σώματι πήγνυται. τοῦτο δὲ καὶ αὐτὸς ὁ συγγραφεὺς ἐδήλωσε· καὶ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι, καταξηρανθῇ· κυριώτερον δ᾿ ἦν εἰπεῖν ὑποπηχθῇ. πήγνυται μὲν γὰρ δὴ καὶ τὰ ξηραινόμενα καὶ τὰ ψυχόμενα· νυνὶ δὲ οὐ διὰ τὸ ξηραίνεσθαι πήγνυται τὸ αἷμα καὶ οἵ ἐπιῤῥυέντες εἰς αὐτὸ μοχθηροὶ χυμοί· ἐξερχομένων γὰρ αὐτῶν ἄσηπτόν τε ἅμα καὶ κεχυμένον ἐν τῷ κατὰ φύσιν ἔχειν ἐργάζονται τὸ σύμπαν αἷμα· στάντων οὖν αὐτῶν καὶ τὸ σύμφυτον θερμὸν ἀποβαλλόντων καὶ σβεννυμένων ἡ πῆξις τοῦ αἵματος ὡς ἐν νεκρῷ τῷ σώματι γίγνεται. φλεβοτομηθέντων οὖν αὐτῶν τῶν οὕτως καμνόντων, ψυχρὸν καὶ παχὺ καὶ μόγις ἐκρέον τῶν φλεβῶν ὁρᾶται τὸ αἷμα διά γε τὴν ψύξιν ταύτην. ἐνίοτε δὲ δι᾿ ὅλου γίγνονται τοῦ σώματος οἱ

Work

Title: Galen: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 418-919

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_100.xml [0.9 Mb]