In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
ἀποτριβομένης αὐτά· καί ποτε κατ᾿ ἀρχὰς εὐθέως οὕτως
ἠνέχθη ὥστε πάλιν ἄλλας διαφορὰς γίνεσθαι τοῦ τε κατὰ
τὴν φάρυγγα καὶ κατὰ τὸν λάρυγγα ῥεύματος. εὔδηλον δ᾿
ὅτι τὰ πρὸς τὸ δέρμα χωρήσαντα πολὺ τῶν εἰς τὸ βάθος
κατασκηψάντων ἐστὶν εὐιατότερα· κοινὸν δ᾿ ἐπ᾿ ἀμφοτέρων
βοήθημα, τῶν τε κατὰ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς ἀφ᾿
ἧς ὁρμᾶται τὰ ῥεύματα γιγνέσθω σοι. οὗτος ὁ λόγος ἐδίδαξε
τά τε τῶν συνάγχων εἴδη καὶ τὰς αἰτίας αὐτῶν καὶ
τοὺς πεπονθότας τόπους καὶ τὰς θεραπείας, οὐδὲν δεηθεὶς
ὀνομάσαι συνάγχην τε καὶ κυνάγχην, ὥσπερ οὐδὲ σύναγχόν
τε καὶ κύναγχον. ὁ τοίνυν γράψας τὸ βιβλίον τοῦτο, μηδὲν
φροντίζων τῶν ὀνομάτων, ἅπαντα τὰ κατὰ τὴν φάρυγγα καὶ
τὸν λάρυγγα συνιστάμενα πάθη καὶ στενοχωροῦντα τὴν
ἀναπνοὴν, ὀνομάσας συνάγχους, δύο φησὶν αὐτῶν ὑπάρχειν
εἴδη, τὸ μὲν ἕτερον ὑπὸ κολλώδους τε καὶ ψυχροῦ ῥεύματος
γινόμενον, ὅπερ ἐστὶ καλεῖν φλεγματικόν· τὸ δ᾿ ἕτερον ὑπὸ
θερμοῦ καὶ δριμέος, ὅπερ οὖν πάλιν πικρόχολον ὀνομάζων
ἢ χολῶδες ἁπλῶς οὐκ ἂν ἁμάρτοις. κατασκήπτειν δέ φησι
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]