In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
Διαφορὰς ὠμοῦ τε καὶ ἑφθοῦ μελικράτου διδάσκει καθ᾿ ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ᾿ ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.
Τὸ δ᾿ ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι καὶ εὔπνοον· καιροὺς μέντοι τοιούσδε ἔχει.Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης, ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης τι τεχνικὸν, ὡς ἐπὶ τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν ἐδιδάξαμεν. ἀλλ᾿ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία τοῦ ὀξυμέλιτος ἅπαντι δῆλον, ἀλλ᾿ ἤτοι μεμφόμενος ἢ ὡς οὐδέπω συνήθη, διὰ τῆς τοῦ καλεομένου ἐπεσημήνατο προσθήκης. ἐγχωρεῖ δ᾿ ἑκάτερα· ἴσως μὲν γὰρ
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]