Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί εἰσι; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον· ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισι.

Τὰ πλεῖστα τῶν παλαιῶν ἀντιγράφων οὐκ ἔχει προσκείμενον τῷ φρενιτικοὶ τὸ εἰσί. διὸ καὶ ζήτησις ἐγένετο, πότερον ἤδη φρενιτικούς τις ὀνομάσει τοὺς οὕτως ἔχοντας ἢ γενήσεσθαι προσδοκήσει. προσκειμένου μέντοι τοῦ εἰσὶ καὶ γεγραμμένης ὁμοῦ τῆς λέξεως, ἆρά γε φρενιτικοί εἰσιν; ἡ ζήτησίς ἐστι πότερόν εἰσιν ἢ οὐκ εἰσὶν οἱ οὕτως ἔχοντες ἤδη φρενιτικοί. ταύτῃ δὲ τῇ ζητήσει καὶ ἄλλη τις οὐ σμικρὰ συνάπτεται ζήτησις, ἣν καὶ περὶ τῆς ἀρχῆς τῶν πυρεκτικῶν παροξυσμῶν ἐποιήσαντο. καὶ γὰρ ἐν ἐκείνοις εὔλογον εἶναι φαίνεται μὴ τὸν ἐσόμενον ὕστερόν ποτε παροξυσμὸν προγινώσκειν ἡμᾶς, ἀλλὰ τὸν ἀρχόμενον ἤδη διαγινώσκειν ἐκ τῆς τῶν σφυγμῶν ἀλλοιώσεως. ἐπεὶ δὲ οὐδέπω

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]