Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

μέγεθος ἀξιόλογον εἴληφεν, ὡς καὶ τῷ νοσοῦντι φαίνεσθαι σαφῶς, ἐκείνῳ μὲν ὡς μέλλον τι λέγεσθαι, γινώσκεσθαι δ’ ὑφ’ ἡμῶν ὡς ἤδη γεγενημένον· ὁμοίου τοῦ πράγματος ὄντος τῇ διαγνώσει τῶν ἄρτι τῆς γῆς ἀνισχόντων φυτῶν, ἃ γεωργὸς μὲν τις ἢ διαγνωστικὸς ἁπάντων φυτῶν εὐθέως γνωρίζει, τοῖς δ’ ἄλλοις ἄγνωστά ἐστι. πολλάκις γοῦν ὁρῶμεν ἀρούρας ὁμοιοτάτας τὴν βλάστησιν ἐχούσας πόας, ἃς ἡμεῖς μὲν οὐ διαγινώσκομεν, οἱ γεωργοὶ δὲ ἴσασι τί μὲν ἐξ αὐτῶν ἐστι πόα, τί δὲ πυρὸς ἄρτι γεννώμενος, τί δὲ κριθὴ, τί δὲ ζειὰ, τί δὲ τῶν ἄλλων ἕκαστον. οὕτω δὲ κἀπὶ τῶν δένδρων ἔχει. καὶ γὰρ καὶ ταῦτα συμπεπληρωμένα πᾶσι τοῖς οἰκείοις μορίοις ἅπαντες γνωρίζομεν, ἀρχόμενα δὲ φύεσθαι παντάπασιν ὀλίγοις γνωρίζεται. τοῦτόν τε οὖν τὸν λόγον ὡς πάνυ πιθανὸν ἀποδεκτέον, ἐφεξῆς δὲ ζητητέον ἐστὶ περὶ τῆς κατὰ τὴν φρενῖτιν ἐννοίας. ἐν γὰρ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν εἰς αὐτὰ γεγραμμένων ὑπομνημάτων, ὁ Ἱπποκράτης φαίνεται

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]