Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἄν τε διὰ πτυσμάτων, ἄν τε δι’ οὔρων ἐπιφανῆται, τόν τε χυμὸν ἐξ οὗ γεννᾶται δηλώσει καὶ τὸ νόσημα θερμόν τ’ εἶναι καὶ ξηρὸν ἰσχυρῶς. ἀδήλου δ’ ὄντος, ὅσον ἐπὶ τῷ κενουμένῳ χυμῷ, πότερον ἄνευ τόπου πεπονθότος τινὸς ἐξαιρέτου ἢ μετά τινος κυρίου μορίου φλεγμονὴν ἐρυσιπελατώδη ἔχοντος ἡ γένεσις αὐτῷ γέγονε, διαγινώσκεται καὶ διορίζεται τοῦτο τοῖς συνεζευγμένοις συμπτώμασι. καὶ γὰρ καὶ δι’ ἧπαρ οὕτω φλεγμαῖνον ἰώδης γεννᾶται χυμὸς, οὗ νῦν μνημονεύει. τῇ κοινωνίᾳ γοῦν τῶν ἄλλων συμπτωμάτων ὅσα τῶν εἰρημένων μορίων τε καὶ παθῶν ἐστιν ἴδια τὴν διάγνωσιν αὐτῶν ποιεῖται. ἥ τε γὰρ ἀγρυπνία καὶ ἡ κεφαλαλγία καὶ ἡ κώφωσις ἐν τῇ κεφαλῇ δηλοῖ τὴν διάθεσιν εἶναι. χαλεπῶς δ’ ἔχοντος τοῦ ἐγκεφάλου πρὸς ἔμετον ὁρμᾶν τὸ στόμα τῆς γαστρὸς ἴσμεν, εἴρηται γὰρ ὑπέρ τούτων πολλάκις. εὔλογον οὖν ἐστι παρακόψαι σφοδρῶς τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ ξηρᾷ καὶ θερμῇ κατὰ τὴν κεφαλὴν δυσκρασίᾳ, διὰ ξανθῆς χολῆς πλεονεξίαν ὑπεροπτωμένης. ἐν τάχει δὲ γενήσεσθαι τοῦτο διά

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]