In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
Οἱ ἐπανεμέοντες μέλανα ἀπόσιτοι, παράφοροι, καθ’ ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ κεκλεισμένον, τούτους μὴ φαρμακεύειν· ὀλέθριον γάρ.
Τὸ μὲν ὀλεθρίως ἔχειν ἅπαντας τούτους, ὅπερ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἴρηκεν, ἀληθές ἐστιν, ὥσπερ δή γε καὶ τὸ μὴ δεῖν φαρμακεύειν αὐτοὺς, ὅπερ ἐστὶ καθαίρειν. ἐδείχθη γὰρ ἤδη πολλάκις ἐπὶ τούτου λεγόμενον τὸ φαρμακεύειν, ἀλλ’ ὅμοιός ἐστιν ὁ λόγος ὅδε τῷ τοιούτῳ λόγῳ. τοὺς τετρωμένους καρδίαν οὐ χρὴ θεραπεύειν ἐπαγγέλλεσθαι, τεθνήξονται γάρ. εἴτ’ οὖν ἕκαστον ὦν εἴρηκε κατὰ τὴν προκειμένην ῥῆσιν αὐτὸ καθ’ αὑτό τις ἀκούσει, μοχθηρᾶς διαθέσεώς ἐστι σημεῖον, εἴτε πολλὰ ἅμα, παραπλησίως ἂν εἴη ὀλέθριον. τὸ γοῦν πρῶτον αὐτῶν εἰρημένον, τὸ ἐπανεμεῖν μέλανα, τῶν ὀλεθριωτάτων ἐστὶ σημείων, εἰ καὶ χωρὶς τῶν ἄλλων μόνον εἴη. ἐφεξῆς δὲ αὐτῷ γέγραπται τὸ ἀπόσιτοι, τουτέστι τὸ ἀνόρεκτοι, πολύ γε μὴν ἧττον ἐκείνου κακὸν,
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]