In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
ὅμως γε μὴν κακὸν καὶ αὐτὸ, καθάπερ καὶ τὸ παράφοροι,
τουτέστι παρανοοῦντές τε καὶ παραπαίοντες. τὸ δὲ καθ’
ἥβην σμικρὰ ὀδυνώδεες οὐδὲ σαφές. ἐστι τῶν ἐξηγησαμένων
τὸ βιβλίον, οὐχ ὡσαύτως αὐτὸ νοησάντων. ἔνιοι μὲν
γὰρ διελόντες ἑκάτερον ἰδίᾳ, τὸ μὲν καθ’ ἥβην αὐτὸ, τὸ
κατὰ τὴν ἡβικὴν ἡλικίαν ἤκουσαν. τὸ δὲ σμικρὰ ὀδυνώδεες,
ἕν τι καὶ αὐτὸ τῶν συμπτωμάτων ὦν ἐποιήσατο κατάλογον.
ἔνιοι δὲ καὶ καθ’ ἥβην ὀδυνώδεες ἐπὶ τοῦ μέρους εἰρῆσθαί
φασιν, ἐν ᾧ καὶ ἡ κύστις κεῖται. βούλεται γὰρ αὐτὸς
ἐνδείξασθαι πεπονθέναι μὲν αὐτὴν μεγάλως, παραφόρους
δὲ ὄντας τῷ τοὺς πάσχοντας σμικρὰν αἴσθησιν ἔχειν
ἀπ’ ἀρχῆς αὐτῆς. ἐφεξῆς δὲ πάλιν ἄλλα δύο συμπτώματα
γράψας σαφῶς φρενιτικὰ, τό τε θρασὺ καὶ τὸ κεκλεισμένον
ὄμμα. δύο γάρ ἐστι ταῦτα, κἂν ἐφ’ ἑνὸς μορίου λέγηται·
δύναταί γε μὴν καθ’ ἑαυτὸ συστῆναι τὸ ἕτερον αὐτῶν μόνον,
ὥσπερ καὶ φαίνεται θρασὺ ποτὲ μὲν γινόμενον, οὐ μὴν
κεκλεισμένον γε τὸ ὄμμα, ποτὲ δὲ κεκλεισμένον μὲν, οὐ μὴν
καὶ θρασύ. τὸ γὰρ κεκλεῖσθαι συμβαίνει τοῖς κατ’ ὀφθαλμοὺς
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]