Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

τὰ γὰρ τρομώδεα σπασμώδεα γενόμενα τοῖς ἐφ’ ἱδρῶσι φιλυπόστροφα γενέσθαι ψεῦδός ἐστιν, οὐ φιλυποστρόφων αὐτῶν, ἀλλ’ ὀλεθρίων ὄντων. ἐάν τε ἐφιδρῶσιν αὐτοῖς εἴτε καὶ μή. θεασώμεθα οὖν αὐτὰ ἃ λέγουσιν οὗτοι, τὰ τρομώδεα σπασμώδεα γενόμενα, θάνατον ἐπιφέρει. δύναται δὲ καὶ οὕτως τὰ τρομώδεα ἢ σπασμώδεα καθ’ ἑαυτὰ κελεύοντες ἀναγινώσκειν. δύνασθαι μὲν γάρ φασι καὶ οὕτω νοεῖσθαι, τὰ τρομώδεα σπασμώδεα γενόμενα θάνατον ἐπιφέρει. δύνασθαι δὲ καὶ οὕτω· τὰ τρομώδεα ἢ σπασμώδεα γενόμενα μοχθηρά· ἵνα τὸ μὲν πρότερον τὴν πάνυ τελείαν μετάπτωσιν ἐκ τῶν τρομωδῶν εἰς τὰ σπασμώδη διδάσκῃ, τὸ δὲ δεύτερον, ὅταν τοῖς τρομώδεσι πάθεσιν ἐπιγένηται τὸ σπασμῶδες, ἕπεσθαι θάνατον, ἑκάτερον μὲν γὰρ ὀλέθριον. ἀλλὰ τὸ μὲν πρότερον, ὡς μεταπιπτόντων τῶν τρομωδῶν εἰς τὰ σπασμώδη, πρὶν ἀποθνήσκειν τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον, ὡς πάντως μὲν μετὰ τούτου γιγνομένων. ὁπότε δὲ γένηται, βέβαιον θάνατον ἐπιφερόντων. ᾧ δὲ ταῦτα φίλα, πάρεστιν αὐτοῖς χρῆσθαι. ἐγὼ δὲ μεταβήσομαι

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]