In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
πρὸς τοὺς ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ἅμα τῷ
ἄρθρῳ τὴν ῥῆσιν, τὰ ἐφ’ ἱδρῶσι φιλυπόστροφα, εἶτα διασιωπησάντων
ἡμῶν καὶ μετὰ ταῦτα ἀναγνόντων, τούτοις ἡ
κρίσις ἐπιῤῥιγώσασιν, ἵνα ὁ λόγος γένηται τοιοῦτος· τὰ
ἐφ’ ἱδρῶσι πεπαῦσθαι δόξαντα πάθη καὶ πάλιν ὑποστρέψαντα
καὶ πάλιν ἀναπυρώσαντα καὶ πάλιν ἱδρῶσι δόξαντα λυθῆναι
τὴν ἀληθῆ καὶ βεβαίαν ἴσχει λύσιν καὶ κρίσιν, ὅταν ἐπιῤῥιγώσωσι.
τὸ δ’ ἑξῆς εἰρημένον οὗτοι ἐπιῤῥιγέουσι περὶ
τὴν κοιλίαν καύματι προκληθέντες, ἔξει διάνοιαν τοιάνδε.
καῦμα κατὰ τὴν κοιλίαν προηγεῖται, μέλλοντος ἐπιγίνεσθαι
τοῖς προειρημένοις τοῦ ῥίγους.
Ὀσφύος πόνος καὶ κεφαλαλγικὸς καὶ καρδιαλγικὸς
μετὰ ἀναχρέμψεως βιαίας ἔχει τι σπασμῶδες.
τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]