Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

Ἔνιοι μὲν ὡς ἅπαξ γεγραμμένου τοῦ καί συνδέσμου τὴν ῥῆσιν ἐξηγοῦνται, βουλόμενοι τὸ ἔχειν τι σπασμῶδες οὐκ ἐπὶ τοῖς προειρημένοις τέσσαρσι γινόμενον, ἀλλὰ πᾶσιν ἀληθῶς προλέγεσθαι. τέτταρα δὲ λέγω, τόν τε τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν καὶ τὴν καρδιαλγίαν καὶ τὴν βιαίαν ἀνάχρεμψιν, διόπερ οὕτω γράφουσιν, ὀσφύος πόνος κεφαλαλγικῷ καὶ καρδιαλγικῷ. τινὲς δὲ γράφουσι τὸν καί σύνδεσμον δὶς, ὡς κἀγὼ τὴν ἀρχὴν εὐθέως ἔγραψα, διότι τὰ πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει. δηλώσει δὲ πάλιν ἡ διαγραφὴ τοιόνδε τι τὸ τῆς ὀσφύος ἄλγημα· ἐάν τε καὶ κεφαλαλγικός τις, ἐάν τε καὶ καρδιαλγικός τις ἢ μετὰ ἀναχρέμψεως βιαίας ἔχει τι σπασμῶδες. καίτοι καὶ οὕτω γραφόμενον ἐνδέχεται δηλοῦν αὐτὸ, συναμφότερον γεγονέναι τῷ κάμνοντι καὶ τὸν τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν. ἐγὼ δ’ οὐδ’ ἐκ τῆς πείρας, ἀλλ’ οὐδ’ ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀκόλουθον τοῖς εἰρημένοις σπασμὸν ἀποφήνασθαι δύναμαι. καὶ μέντοι καὶ αὐτὸς ὁ γράψας ταῦτα προσέθηκεν, ἔχει τι σπασμῶδες, ὅπερ οὐ ταὐτόν ἐστι

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]