Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)

Kühn 1829

δεῖται τροφῆς, ἔνια δ’ ὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι δύο σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησαμένους τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν, καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἢ ἐν τοῖς ἔμπροσθεν, οὐδὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόντων. ὁ μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ’ ἢ μόγις. ὁ δ’ ἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστ’ εἷναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται ἀλλ’ ἢ μόγις, θανάσιμον. τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων,

Work

Title: Galen: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-195

Publisher: Cnobloch, Leipzig

Download