Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)

Kühn 1829

οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον. εἶθ’ ἑξῆς ὁ μετ’ αὐτὸν ἢ ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώμεθα. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστ’ ἤτοι μηδ’ ὅλως δύνασθαι καταπίνειν ἢ μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχερῶς καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χιτῶνος, ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦ τε στομάχου καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατασπώμενος, ἀνασπῶν δ’ ὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἔστι

Work

Title: Galen: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-195

Publisher: Cnobloch, Leipzig

Download