Adversus Julianum (Against Julian)
Kühn 1829
οὐδὲν μέγα δοκεῖν πεποιηκέναι, διὰ τὸ μηδέπω θεωρίας ἰατρικῆς
ἅπτεσθαι τὸν λόγον. ἀλλ’ ὅ γε προειρημένος ἀφορισμὸς
οὐ περὶ μικρῶν τῆς τέχνης διαλέγεται, συμβουλεύων
τὸν ἰατρὸν τῶν αὐτομάτων γιγνομένων κενώσεων, διά
τε τῆς ἄνω καὶ κάτω γαστρὸς μιμεῖσθαι τὰς ὠφελούσας,
καὶ διδάσκει γε τίνες εἰσὶν αὗται καὶ πῶς αὐτὰς γνωριοῦμεν,
ὥσπερ γε καὶ τίνες αἱ βλάπτουσαι σὺν τοῖς οἰκείοις
γνωρίσμασιν. εἰ μὲν οὖν ἐμεμαθήκει τὴν τέχνην Ἰουλιανὸς
ὑπὸ διδασκάλων Ἱπποκρατείων, οὐκ ἂν ἐτόλμησε τοῖς ἀληθέσιν
ἀντιλέγειν. ἐπεὶ δὲ οὔτ’ αὐτὸς οὔθ’ ὁ τῆς τοιαύτης
ἐμπληξίας ἡγεμὼν αὐτοῦ Θεσσαλὸς ἐγνώκασι τὴν τῶν Ἀσκληπιαδῶν
τέχνην, θαυμαστόν γ’ οὐδὲν ἀγνοεῖν αὐτοὺς ἃ μηδ’
οἱ χωρὶς λόγου φάσκοντες ἰατρεύειν ἠγνόησαν. ἀκοῦσαι
γοῦν ἐστιν ἐκείνων λεγόντων αὐξηθῆναι μάλιστα τὴν τέχνην
ἐκ τῆς μιμητικῆς πείρας. ὅσα γὰρ ἐκ περιπτώσεως γενόμενα
τοὺς κάμνοντας ὠφέλησε, ταῦθ’ ἡμεῖς, φασὶ, μιμούμενοι
πολλάκις συνεστησάμεθα καὶ διαιρούμενοι ταῦτα
φυσικὰ μὲν ὀνομάζουσιν ἐν ἐκ τοῦ σώματος ἡ αἰτία. κατὰ
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]