Adversus Julianum (Against Julian)
Kühn 1829
δύο ταύτας ἔθεντο προσηγορίας τἀνθρώπῳ, τὴν ἀμετροεπίαν
καὶ τὴν ἀπραντολογίαν, ὥστ’ οὐκ ἐμοῦ σωφρονίζοντος,
ἀλλ’ Ὀδυσσέως τινὸς ἐδεῖτο τοῦ τῷ σκήπτρῳ καθεζομένου.
σωφρονίσαι γὰρ τὸν οὕτως ἔμπληκτον οὐδ’ αὐτὸς
ὁ τῶν Μουσῶν δύναται χορός. ἐπεὶ τοίνυν ἄκων ἠναγκάσθην
γράφειν, ταῦτα δ’ εἰσὶ μοι προοιμίου τινὸς, ὅπως μὴ
καταγνωσθῇ ὑπὸ τῶν ἀναγνωσομένων αὐτά. μέλλων γὰρ
ἐλέγχειν ἄνθρωπον ἔμπληκτον, ἀμαθῆ, δοξόσοφον, ἐν ἀπαιδεύτοις
μειρακίοις ἅπαντι τῷ βίῳ φλυαρήσαντα, παρ’ οἷς
ἐξ ὧν ἐβλασφήμει τοὺς παλαιοὺς ἐπίστευσέ τις εἶναι. δέομαι
οὖν συγχωρῆσαί μοι κολάσαι τὴν ἀπαιδευσίαν αὐτοῦ
λόγοις τραχυτέροις, ὧν οὐκ εἴθισμαι χρῆσθαι. δεινὸν γὰρ
εἰ τοῦτον ἐξέσται λοιδορεῖσθαι τῶν παλαιῶν τοῖς ἀρίστοις,
ἡμῖν δ’ οὐκ ἐξέσται δι’ ἀποδείξεων ἐναργῶν ἐξελέγχειν αὐτοῦ
τὴν ἀπαιδευσίαν. εἰς τοσοῦτον γὰρ ἥκει μεγέθους ὡς
οὐδ’ ὅθεν ἄρξηταί τις εὑρεῖν εὐπετές.
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]