Adversus Julianum (Against Julian)
Kühn 1829
αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάμεις σχεδὸν ἁπάσας
αἷς διοικεῖται τὸ ζῶον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν
ἀγγείων. ἔστι μὲν δήπου καὶ τοῦτο διττὸν ἢ τῷ κατὰ φύσιν
μέτρῳ παραβαλλόμενον ἢ ψιλῷ καὶ μόνῳ τῷ μὴ τέγγεσθαι.
δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν
τὸ ζῶον ἢ καθ’ ἕν τι μόριον ἢ πλείω. καὶ δέδεικται πρὸς
ἡμῶν ἔν τε τοῖς ὑπομνήμασιν, ἐν οἷς τὰς αἰτίας τῶν συμπτωμάτων
διερχόμεθα, κἀν τῷ τῶν παρὰ φύσιν ὄγκων, ὅτι
ὁ σπασμὸς ἐνίοτε καὶ ὁ τρόμος ἥ τε φλεγμονὴ διὰ παντὸς
ἐρυσίπελάς τε καὶ τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν
οἴδημα καὶ πρὸς τούτοις ἕτερά τε πάθη πληθωρικὴν ὑπόθεσιν
ἔχονται καὶ εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ
μόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενον. εἴρηται δὲ καὶ
περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι
τε τοὔνομα καὶ τὸ πρᾶγμα αὐτὸ, καθ’ οὗ τοὔνομα τῆς στωϊκῆς
αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν, οὔτ’
ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος,
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]