Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

ἐν τῷ περὶ ἀγμῶν ἐνταῦθα προσέθηκεν, ὥστε μηδὲν ὅλως ἐνταῦθα λείπεσθαι ἔτι μήτε κατάγματος εἶδος μήτε ἐξαρθρήματος μήτε διαστάσεως ὀστῶν. εἴρηται δὲ καὶ περὶ τῶν θλασμάτων ὅσα γίνεται περὶ τε τοὺς μύας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα· καὶ τἄλλα μὲν οὖν, ὡς ἔφην, ἱκανὴν τὴν ἀκολουθίαν ἐπιδεῖξαι τοῦδε τοῦ βιβλίου πρὸς τὸ περὶ ἀγμῶν, ἀλλὰ καὶ τὸ μηχάνημα συμβουλεύσας ἐν ἐκείνῳ τῷ βιβλίῳ παρασκευάσασθαι τοῖς ἐν μεγάλῃ πόλει μέλλουσιν ἰατρεύειν, ἐνταῦθα τὴν κατασκευὴν αὐτοῦ σύμπασαν ἔγραψεν ἅμα τῷ καὶ ἀναμιμνήσκειν αὐτὸν ἡμᾶς, ὅτι καὶ πρόσθεν ὑπὲρ αὐτοῦ λόγον ἐποιήσατο. καλοῦσι δὲ τὸ μηχάνημα τοῦτο βάθρον Ἱπποκράτειον οἱ μετ’ αὐτὸν ἰατροί. ὅτι μὲν οὖν ἕπεται τὸ βιβλίον τοῦτο τῷ περὶ τῶν ἀγμῶν ἀρκείτω ταῦτα. πρὸς δὲ τὴν ἐξήγησιν ἴωμεν αὐτοῦ τοσοῦτον προειπόντες ἔτι, ὃ καὶ ἐπὶ τῆς περὶ ἀγμῶν ἐξηγήσεως προείπομεν, ὡς ἔστιν ἡ ἑρμηνεία τοῦ Ἱπποκράτους ἱκανῶς σαφὴς ἐλαχίστης ἐξηγήσεως δεομένη τῷ τὰ πρῶτα μαθήματα μεμαθηκότι καὶ εἰθισμένῳ λέξεως ἀκούειν ἀνδρὸς παλαιοῦ·

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]