Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

ὀθονίου καὶ ἐρίων εἰς τὸ βαλανεῖον αὐτὸς ἐπορεύθην καὶ πολὺ περιχεόμενος ἔλαιον ἐνδιέτριψα τῇ δεξαμένῃ, μέχρι δυνατὸν ἦν, νομίζων ὅπως κομισθείη τὰ πρὸς τὴν θεραπείαν· ὥστε μοι καὶ διὰ ταύτην τὴν κακοπάθειαν οἱ μύες ἐδέοντο συνεχοῦς καταντλήσεως. οἱ πολλοὶ δὲ καὶ μὴ γενομένης αὐτῆς τῆς ἐπιδέσεως οὐ φέρουσιν, ἀλλ’ αἱροῦνται τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν ὑπὲρ τοῦ μὴ πονεῖσθαι μέχρι τεσσαρακονθημέρου· οὐ γὰρ ἡγοῦμαι θᾶττον δύνασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆναι τὸ τῆς κλειδὸς ὀστοῦν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Κληῒς δὲ κατεηγεῖσα ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐϊητοτέρη ἐστὶν, ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία δὲ τούτοις ἐστὶν ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν καὶ εἰ πάνυ προμηθηθείη τὸ ἀνωτέρω, κατωτέρω ἂν ποιήσειε σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]