In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
βούλομαι, δι’ ἣν, ὅταν εἰς τὴν ἕξω χώραν ὁ πῆχυς
ἐκστῇ μεθ’ ἕλκους, οὐ δύνανται κάμπτειν. ἐν δὲ τῷ τοιούτῳ
πάθει συμβαίνει τὰ τοῦ πήχεος ὀστᾶ, κατὰ μὲν τὴν ἔνδον
χώραν ἐπικεῖσθαι τοῖς τοῦ καρποῦ διὰ τῶν εἰς αὐτὸ καθηκόντων
ἔξωθεν τενόντων ἐς τὸν ἄνω τόπον, ὡς ἐπὶ
τὸν βραχίονα. τούτου δὲ συμβαίνοντος ἀναγκαῖόν ἐστι τοὺς
δακτύλους ἀνατείνεσθαι πρὸς τὴν ἐκτὸς χώραν, ὅπερ ἐστὶν
αὐτοῖς ἐκτετάσθαι. διὰ τοῦτ’ οὖν οὐδὲ καμφθῆναι δύναται
τελέως, ἀντιβαινόντων τοῖς κάμπτουσιν αὐτοὺς μυσὶ τοῖς
ἔξωθεν τῶν μυῶν καὶ τῶν τενόντων. εἴρηται γὰρ πολλάκις
ὡς εἰ μὴ συνακολουθοῖεν οἱ ἀντιτεταμένοι τοῖς ἐνεργεῖν
ἐπιχειροῦσι μυσὶν, ἀδύνατόν ἐστιν αὐτοῖς συμπληρῶσαι τὴν
ἐνέργειαν. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τοῦ μὴ δύνασθαι
τοὺς δακτύλους ἐκταννύειν, ὅταν εἰς τὴν ἔξω χώραν
ἀνάσχῃ τὰ τοῦ πήχεος ὀστᾶ. ταθέντων γὰρ σφοδρῶς τῶν
ἔνδον μυῶν καὶ τενόντων, καὶ διὰ τοῦτο ἐπακολουθεῖν τῶν
ἕξω μὴ δυναμένων, ἀπόλλυσθαι καὶ τὴν ἐκείνων ἐνέργειαν
ἀναγκαῖόν ἐστι. καὶ μέντοι καὶ ἡ τῶν ὀστῶν σύνθεσις ἱκανῶς
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]