Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

τῶν ἀῤῥώστων ταραττομένων ἐφ’ οἷς ἤκουσαν. ἀλλὰ περὶ μὲν τούτων ἰδίᾳ μοι γέγραπται κατὰ μίαν πραγματείαν, ἣ περὶ τοῦ προγινώσκειν ἐπιγέγραπται, νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. ἦν δὲ τὸ προκείμενον ὅτι πολλὰ τῶν προγεγονότων τε καὶ παρόντων ἰατρὸς δύναται παρὰ τοῖς κάμνουσι λέγων θαυμάζεσθαι, καθάπερ καὶ τὰ νῦν προκείμενα κατὰ τὸν νῦν λόγον, ἀγρυπνίαν, διάῤῥοιαν, λιμόν. ἐνίοτε δὲ τὸ μὲν ἓν ἐξ αὐτῶν ἀφωρισμένως εἰπεῖν δύσκολον γίνεται. ὅτι δὲ ἐκ τῶν δυοῖν θάτερον ἢ ἐκ τῶν τριῶν γε πάντως ἕν τι δυνατὸν ἔσται βεβαίως προγνῶναι. φέρει δὲ καὶ τοῦτο παρὰ τοῖς ἀκούσασιν ἔπαινον, ἐν ἐπερωτήσει τῆς προγνώσεως γινομένης ᾧδέ πως. ἆρά γε δι’ ἀγρυπνίαν σφοδρὰν ἢ ἔνδειαν τροφῆς οὕτω λελέπτυνται; πολλάκις μὲν γὰρ ὁμολογοῦσιν ἀμφότερα καὶ θαυμάζουσι διττῶς τὸν ἰατρὸν, ἐνίοτε δὲ τὸ ἕτερον αὐτῶν ἀποκρίνονται θαυμάζοντες ἔτι καὶ οὕτω. τοῦτ’ οὖν ἐστι τὸ πρὸς Ἱπποκράτους εἰρημένον. ἐπανερέσθαι δὲ μὴ ἠγρύπνησεν ὁ ἄνθρωπος ἢ πολλὰ διεχώρησεν ἢ λιμώττει. εἶτα τί φησι; καὶ ἢν μέν

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]