Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

ἐνίοτε δ’ αὐτῆς καθ’ αὑτὴν, ἡνίκα ὀλέθριόν ἐστι τὸ σημεῖον. οὕτω δὲ καὶ τὸ δακρύειν, ἔαν μὲν ἤτοι δι’ ὀφθαλμίαν ἢ διά τι ῥεῦμα καταφερόμενον ἐκ τῆς κεφαλῆς γίνηται, παρὰ φύσιν μέν ἐστιν, οὐ μὴν θάνατόν γε σημαίνει πάντως, ἐὰν δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως, ὀλέθριόν τέ ἐστι καὶ θανατῶδες. αἵ γε μὴν διαστροφαὶ τῶν ὀφθαλμῶν σπωμένων γίνονται τῶν κινούντων αὐτοὺς μυῶν, ὅπερ ἐὰν μὲν αὐτῶν ᾖ μόνον ἐκείνων πάθος, οὐδὲν ἄτοπον, ἐὰν δὲ τῆς ἀρχῆς τῶν νεύρων, ὅπερ ἐστὶν ἐγκέφαλος, ἐσχάτως ὀλέθριον. αἰσθάνονται γὰρ τῶν κατὰ τὴν ἀρχὴν παθημάτων οἱ πλησιάζοντες μύες πρότεροι τῶν ἄλλων, ἐνίοτε μὲν οἱ κατὰ τοὺς ὀφθαλμοὺς ὑπὲρ, ὧν νῦν λέγει, ποτὲ δὲ καὶ οἱ κροταφῖται καλούμενοι, περὶ ὧν ἐν τῷ περὶ ἄρθρων ἐδίδαξε· καὶ μὴν τὸ γενέσθαι τινὰ τῶν ὀφθαλμῶν τοῦ κατὰ φύσιν ἐλάττω ὀλέθριον σύμπτωμα. νεκροῦσθαι γὰρ δηλοῖ τὴν διοικοῦσαν αὐτὸν δύναμιν. τὸ δὲ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐρυθρὰ φαίνεσθαι, καθάπερ ἐν ὀφθαλμίαις τέ τισι καὶ τῶν μεθυσθέντων ἐνίοις, ἐνδεικτικόν ἐστι

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]