In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
τοῦτο τοῦ κατὰ τὸν ἐγκέφαλον καὶ μήνιγγας πλήθους. ἔστι
δ’ ὅτε καὶ φλεγμονῆς ἐν αὐτοῖς γεγενημένης, ἑκατέρως γὰρ
ἀποθλίβεται τὸ αἷμα πρὸς τὰς ἐν τοῖς ὀφθαλμοῖς φλέβας.
διὸ ἐρυθρὸν φαίνεται τὸ λευκὸν ἐν αὐτοῖς μέρος, ὅπερ ἐστὶ
τὸ πέριξ τῆς στεφάνης ὀνομαζομένης, ἣν ἐμάθομεν ἐν ταῖς
ἀνατομαῖς ἁπάντων τῶν κατὰ τὸν ὀφθαλμὸν ὑμένων τε καὶ
χιτώνων σύνδεσμόν τινα οὖσαν. ἐμάθομεν δὲ ὡς τὸ τοῦ
περικρανίου πέρας ἐπὶ ταύτην ἐξήκει, μετὰ τῶν ἐν αὐτῷ
φλεβῶν. ὅτι δὲ διὰ ταῦτα ἔφη τὸ λευκὸν ἐρυθρὸν γίνεσθαι,
σαφῶς ἐδήλωσε διὰ τῶν ἐπιφερομένων εἰπών· ἢν
πέλια ἢ μέλανα φλέβιά ἐν αὐτοῖς ἔχωσιν, ἔστι δὲ τοῦτο
πάντως ὀλέθριον. ἐρυθρὰ μὲν γὰρ φαίνεται τὰ φλέβια καὶ
διὰ πλῆθος, ὡς ἔφην, ἤ τινα φλεγμονὴν τῶν κατὰ τὸν ἐγκέφαλον.
μελαίνεται δὲ καὶ πελιδνοῦται ψυχόμενα, ψύχεται
δὲ νεκρούμενα καὶ διὰ τοῦτο ὀλέθρια δὴ τὰ τοιαῦτα χρώματα
διὰ παντός ἐστιν. αἵ γε μὴν λῆμαι γίνονται μὲν, ὡς
ἴσμεν, καὶ διὰ τὸ τῶν ὀργάνων πάθος, ὡς ἐν ὀφθαλμίαις
τε καὶ ἄλλως οὐδένα κίνδυνον δηλοῦσαι. γίνονται δὲ καὶ
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]