Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

ὀφθαλμοὺς ἢ κοίλους ἰσχυρῶς γινομένους μέμφεται. τὸ μὲν οὖν τῶν ἐξισχόντων σύμπτωμα καὶ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος γίνεται καὶ μάλιστα τοῖς ἐμέσασιν ἐπὶ πολυφαγίᾳ τε καὶ πολυποσίᾳ. τὸ δὲ τῶν ἰσχυρῶς ἐγκοίλων οὐ γίνεται, διόπερ οὐδετέρου κατ’ ἀρχὰς ἐμνημόνευσεν, ἡνίκα ἔλεγε· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι. τοῦτο μὲν ὅτι μηδ’ ὅλως ἐν τῷ νεκρώδει προσώπῳ φαίνεται ἐν ἀρχῇ. πῶς γὰρ ἂν ἅμα κοῖλοί τε καὶ ἐξίσχοντες εἶεν οἱ ὀφθαλμοί; τοῦτο δὲ ὅτι μηδ’ ὅλως γίνεται τηνικαῦτα καὶ δόξει γε τὸ κατὰ τοὺς ἐξίσχοντας ὀφθαλμοὺς μάχεσθαι τοῖς προειρημένοις. εἰρηκὼς γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου ῥῖνα ὀξεῖαν, ὀφθαλμοὺς κοίλους, εἶτα ἐπιδιοριζόμενος αὐτὰ τοῖς μετὰ τὴν τρίτην ὁρωμένοις οὐκ ὀρθῶς προσέθηκε τοὺς ἐξίσχοντας. ὃ δέ μοι δοκεῖ γεγονέναι κατὰ τόνδε τὸν λόγον ὑπ’ αὐτοῦ καὶ δὴ φράσω μεταβαλὼν ὅλην τὴν ῥῆσιν αὐτοῦ εἰς τοιάνδε λέξιν· ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, περί τε τουτέων ἐπανερέσθαι, περὶ ὧν καὶ πρόσθεν ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]