De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)
Kühn 1826
ἐπιῤῥοὴν ὑγρῶν γίγνεται καταφρονεῖσθαί τε καὶ ἀνατρέπεσθαι
νομίζων. ἀποκρούεσθαι γὰρ αὐτὰ προσήκειν φαμὲν
ἐμψύχοντάς τε καὶ στύφοντας τὸ μέρος, οὐχ ἕλκειν θερμαίνοντας,
εἶναι δὲ τὰ διαφορητικὰ πάντα θερμὰ ταῖς δυνάμεσι.
καὶ ἀληθῶς γε φήσομεν εἰρῆσθαι ταῦτα. τὰς γὰρ ἀρχομένας
ὀφιάσεις ἢ ἀλωπεκίας κωλύειν αὐξάνεσθαι χρὴ τοῖς
τοιούτοις φαρμάκοις, οὐ μὴν ἤδη γέ πω καλεῖσθαι τὴν ἀρχὴν
αὐτῶν ἀλωπεκίαν ἢ ὀφίασιν, ὥσπερ οὐδὲ ψώραν ἢ λέπραν
ἤδη τὴν ἐκ λειχῆνος ἀρχομένην. ἐγὼ γοῦν, ὡς ἴστε, καὶ τὰς
ἤδη γεγονυίας ἀλωπεκίας ἰασάμην ἐνίοτε καθάρσει μόνῃ μηδὲν
ἔτι φάρμακον μετ’ αὐτὴν προσαγαγὼν τῷ πεπονθότι
τόπῳ, προὐτράπην δ’ ἐπὶ τῷ καὶ τούτου πλείονα πεῖραν
ἔχειν ἔκ τινος τοιαύτης συντυχίας. νεανίσκος τις εὐέκτης τε
καὶ γυμναστικὸς ἔσχεν ἐν τῇ κεφαλῇ τὸ πάθος τοῦτο. συνήθης
δ’ ἦν ἡμῖν ἱκανῶς, ὥστε καὶ τὴν δίαιταν αὐτοῦ γινώσκειν,
ᾗ μηνῶν ἤδη τριῶν ἢ τεττάρων ἐκέχρητο, καθ’ ἑκάστην
σχεδὸν ἡμέραν ἐμπιπλάμενος μυκήτων. τοῦτον ἐκάθηρα
μόνῃ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, δὶς ἐν ἡμέραις πέντε,
Work
Title: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 378-1007
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-1.xml [1.2 Mb]