De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
τὸ φάρμακον, ἀλλ’ ἐπ’ ἐκείνων μόνον, ἐφ’ οἷς ἐπὶ χυμοῖς
μοχθηροῖς γίνεται τοῦτο, μᾶλλον δ’ ὅταν ὦσι λεπτοὶ καὶ
χολώδεις. ποιήσει δ’ ἄν τινα ῥᾳστώνην καὶ τοῖς ἄνευ χυμῶν
τὴν ὑγρὰν δυσκρασίαν ἔχουσιν, ἐπὶ τοσοῦτον διαβεβρωκυῖαν τὸ
πεπονθὸς μόριον, ὡς ἐκλύεσθαι καὶ χαλᾶσθαι παραπλησίως
τοῖς συνδετικοῖς καλουμένοις νεύροις ἐπὶ τῶν κεχαλασμένων
ἄρθρων. ἐπὶ μέντοι τῶν χολὴν ἐχόντων ἐν τῇ κοιλίᾳ, μάλιστα
ἐφ’ ὧν ἐν αὐτοῖς τοῖς χιτῶσι διὰ βάθους περιέχεται,
κάλλιον φάρμακον οὐκ ἂν εὕροις. ἀλλ’ οὐκ οἶδα ὅπως
ὀλίγον αὐτοῦ δίδωσιν ὁ Ἀσκληπιάδης, τῆς συμμέτρου δόσεως
εἰς δραχ. στ΄. ἐξισούσης. πρὸς δὲ τοὺς φλεγμονήν τινα
ἔχοντας οὐχ ἁπλῶς δοτέον ἐν παντὶ καιρῷ τῆς φλεγμονῆς,
ἀλλ’ ὅταν πεφθῇ τε καὶ παρακμάσῃ, πέπονα γὰρ φαρμακεύειν
ἀξιοῖ καλῶς ὁ Ἱπποκράτης, μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν,
εἰ μὴ ὀργᾷ, τουτέστιν εἰ μὴ πρὸς τὴν ἔκκρισιν ἐπείγοιτο ἦ
κίνησις καὶ μήπω μηδεμίαν ἔχουσα πρὸς ἓν μέρος ἑδραίαν
ῥοπήν τε καὶ στάσιν. ὀρθῶς δὲ τὸ φάρμακον τοῦτο τοῖς
μὲν βραδυπεπτοῦσι καὶ τοῖς χολὴν ἐμοῦσιν ἢ ἄλλως πως
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]