De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἴστε διὰ τὸ τῶν ὁμοειδῶν ἁπάντων ἄμεινον κεκρίσθαι,
δι’ αὐτῶν τῶν ἔργων βασανισθέν. ὁ μὲν γὰρ λόγος
εὑρίσκει τὴν σύνθεσιν, ἡ δὲ πεῖρα κρίνει τὴν τῶν εὑρεθέντων
ἀρετὴν, ὥστε καὶ τοῖς ἀπείροις λογικῶν μεθόδων πιστεύεσθαι
τὰ τεχνικῶς συντεθέντα. προσέμιξα δὲ τοῖς εἰρημένοις
ἄρτι φαρμάκοις λιθάργυρον οὐδέν τι μέγα συντελέσαι
δυναμένην οὔτε τοῖς ἀναστέλλουσι τὸ ἐπιῤῥέον οὔτε
τοῖς διαφοροῦσι τὸ ἐστηριγμένον ἤδη κατὰ τὰ φλεγμαίνοντα
μόρια· ξηραντικῆς γάρ ἐστι δυνάμεως οὐ μὴν ἰσχυρᾶς, ἀλλ’
ὡς ἐπιτήδειον φάρμακον αὐτὴν εἰς ἐμπλαστοῦ σύνθεσιν
ἔμιξα, σὺν γὰρ τοῖς εἰρημένοις ἕψηται μέχρι συστάσεως
ἀμολύντου. χρὴ δὲ τὸ στέαρ ἄναλόν τε καὶ ὡς ἔνι μάλιστα
παλαιότατον εἶναι, τό τε ἔλαιον ὁμοίως παλαιόν. ἐμάθετε
γάρ πως παραπλησίας μὲν εἶναι ἀλλήλοις δυνάμεως τό τε
ἔλαιον καὶ τὸ στέαρ τῶν ὑῶν, μαλακτικώτερον βραχὺ καὶ
θερμότερον ὂν τῇ δυνάμει τὸ στέαρ. ἐμάθετε δὲ καὶ ὡς παλαιούμενα
λεπτομερέστερά τε καὶ διαφορητικώτερα γίγνεται
καὶ διὰ τοῦτο ταῖς μὲν ὀδυνηραῖς φλεγμοναῖς παρηγορικώτερα
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]