De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
δὲ συνεχὲς τῷ ἁδρῷ μέρει τοῦ κλάδου περικαθῄρας καὶ τὰς
ἑκατέρωθεν ἐκφύσεις τὰς λεπτὰς ἀποτρίψας κατάτεμνε, προπεριξύσας
τὸν φλοιὸν, ὅπως ἐμβληθέντα τὰ τμήματα τῷ
φαρμάκῳ μεταδῷ τοῦ καθ’ ἑαυτὰ χυλοῦ. τῇ μὲν οὖν σπάθῃ
χρῆσθαι προσῆκεν ἀπ’ ἀρχῆς εὐθέως, τὰ δὲ λεπτὰ τμήματα
τῆς φοίνικος ἐμβάλλειν, ὅταν εἰς σύστασιν ἥκῃ τὸ φάρμακον
ὁμοίαν κηρωτῇ. ἐὰν γὰρ ἀπ’ ἀρχῆς ἐμβάλλῃς αὐτὰ, καταναλωθήσεται
διὰ τῆς ἑψήσεως ὁ χυλὸς τῶν ἐμβληθέντων,
ὃν διαμεῖναι βουλόμεθα. καὶ αὐτῆς δὲ τῆς σπάθης, ᾗ κινεῖς
ἐξ ἀρχῆς τὸ φάρμακον, ὅταν τὸ διαβρεχόμενον ἐν τῇ κακκάβῃ
γένηται ξηρὸν, ὡς μηκέτ’ ἔχειν τὸν οἰκεῖον χυλὸν, ἀποτέμνων
αὐτὸ καὶ ἀποῤῥίπτων τῷ λοιπῷ χρῷ. καὶ αὖθις
ὁμοίως εἰ τύχοι τὸ διαβρεχόμενον ἐν τῷ φαρμάκῳ ξηρανθὲν
αὖθις ἀπότεμνε. πρόδηλον δ’ ὅτι τὸν κλάδον τοῦ φοίνικος
οὐ χρὴ πρὸ πολλῶν ἡμερῶν ἀποτετμῆσθαι τοῦ δένδρου, ξηραίνεται
γὰρ ἐν τῷ χρόνῳ καὶ ἄχυλος γίνεται. κατὰ τὴν
προτέραν οὖν, εἴπερ εἴη χειμὼν, ἀφῃρήσθω, θέρους δὲ χρὴ
καὶ κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗπερ ἂν ἕψῃς τὸ
φάρμακον, ἀφῃρῆσθαι τοῦ δένδρου τὸν κλάδον. ὅταν δ’ οὕτως
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]