De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
παραπλήσιον ὑμένι παχεῖ προὔκυψεν, ὃ μετρίως διακινήσαντός
μου ῥᾳδίως ὅλον ἐξέπεσεν ἡμισαπὲς ὄν. ἐδόκει δὴ πᾶσι
τοῖς θεασαμένοις τοῦτο τὸ σῶμα τὸ νεῦρον ὅλον εἶναι τὸ
διασεσηπὸς, ὡς ἂν οὐκ εἰδόσιν ὅπως ἠμφιεσμένοι νευρώδεσιν
ὑμέσιν οἱ τένοντες οὗτοι, διά τε τοῦ καρποῦ προέρχονται
καὶ καθ’ ὅλην ἐπιτείνονται τῶν δακτύλων. ἐμοὶ δὲ καὶ διαστείλαντι
τὸ σεσηπὸς τοῦ θλάσματος ὁ τένων ἐφάνη σωζόμενος.
ἀνιεὶς οὖν ἕνα τῶν τροχίσκων ἢ κυκλίσκων ἢ ὅπως
ἂν ὀνομάζειν ἐθέλοι τις, ὧν εἶς ἐστι καὶ ὁ τοῦ Πολυείδου,
δι’ ἑψήματος ἢ σιραίου· καὶ γὰρ καὶ τοῦτο καλεῖν ὡς ἂν
αὐτὸς βουληθῇς ἐξέστω σοι· καὶ προκαταχρίσας τὸ φαινόμενον
τοῦ νεύρου, τῷ τε καταπλάσματι πάλιν ἐχρησάμην
ὡσαύτως καὶ τῷ δι’ εὐφορβίου χρίσματι κατὰ τῶν αὐτῶν
τόπων, ὡς ἔμπροσθεν ἑκατέρῳ. θεασάμενος δὲ τῇ τετάρτῃ
τῶν ἡμερῶν προσεσταλμένα πάντα, τὰ περὶ τὸ τεθλασμένον
μὲν ἔμπροσθεν, ἡλκωμένον δὲ τότε τοῦ δακτύλου πρῶτον
ἄρθρον, ἐσκοπούμην ἐφ’ ὅ τι μεταβαίην ἀπὸ τοῦ καταπλάσματος.
ἐνενόησα τοίνυν, εἰ μὲν ἀκριβῶς ἀφλέγμαντον εἴη
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]