De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἐκ τῶνδε τῶν ὑπομνημάτων ὠφέλειαν, ἄχρι λόγου μὲν εἴσεται
τὴν μέθοδον, ἔργον δ’ οὐδὲν ἄξιον αὐτῆς ἐργάσεται.
φέρε γὰρ αὐτὰ μὲν ἃ προείρηκα περὶ τῶν νευροτρώτων ἐπίστασθαί
τινα, δεδολωμένα δὲ φάρμακα δι’ ἄγνοιαν ἐμβάλλειν
τοῖς συντιθεμένοις, ἢ μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι τὰς
δυνάμεις ἀκριβῶς αὐτῶν, ἆρα οὐκ ἀναγκαῖον ἔσται πλεονάκις
τοῦτον διαμαρτάνειν ἢ κατορθοῦν; ἐμοὶ μὲν καὶ
πάνυ δοκεῖ. τὸ δὲ ἀκριβῶς ἐπίστασθαι τὰς δυνάμεις τοῦ μὲν
ἐπίστασθαι διαφέρει πάμπολυ. τὸ μὲν γὰρ μόνον ἐπίστασθαι
γινώσκειν ἐστὶν, εἰ ξηραίνειν τὸ φάρμακον ἢ ὑγραίνειν
ἢ ψύχειν ἢ θερμαίνειν ἡμᾶς πέφυκε. τὸ δ’ ἀκριβῶς
ἐπίστασθαι πρὸς τούτῳ καὶ τὸ ποσὸν τῆς δυνάμεώς ἐστιν
ἐγνωκέναι. τινὰ μὲν γὰρ φάρμακα δύναμιν ἔχει χλιαρᾶς θερμασίας
γεννητικὴν, ὅταν ὁμιλήσῃ τοῖς σώμασιν ἡμῶν, ἔνια
δὲ συμμέτρου, καθάπερ ἄλλα βραχὺ ταύτης ἰσχυρότερα, ἕτερα
δ’ ἤδη ζεούσης οὕτως ἰσχυρῶς, ὡς καίειν δύνασθαι. χρὴ τοίνυν
τὸν ἰατρὸν ἐστοχάσθαι, μὴ μόνον τοῦ ποιοῦ τῆς διαθέσεως,
ἀλλὰ καὶ τοῦ κατ’ αὐτὴν ὡς ἂν εἴποι τις ποσοῦ.
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]