De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
σαφῶς οὐκ ἴσμεν, ἐπινοεῖν γάρ ἐστι πλείω. θαυμάσαι δ’
ἐστὶ πῶς ἅπαντα τἄλλα γράψας Ἀσκληπιάδης ὡσαύτως τῷ
Ἀνδρομάχῳ τὸ μέτρον τοῦ κίκεως οὐκ ἴσον ἔγραψεν. ὁ μὲν
γὰρ Ἀνδρόμαχος κο. στ΄. ὁ δὲ Ἀσκληπιάδης κο. γ΄. ἔγραψεν.
οὐ προσέθηκε δὲ οὐδὲ τὸ κατὰ τὴν τελευτὴν τῆς γραφῆς
ὑπ’ Ἀνδρομάχου προσκείμενον· ἔνιοι σμύρνης δραχ. δ΄. ὀποπάνακος
δραχ. β΄. πάλιν δὲ προσέθηκεν αὐτὸς ἐπὶ τῶν κεκαυμένων
ἐρίων τῶν οἰσυπηρῶν, ὅπερ οὐ πρόσκειται κατὰ τὴν
Ἀνδρομάχου γραφήν. ἐφεξῆς δὲ τῆς εἰρημένης Αἰγυπτίας
ἔγραψεν ὁ Ἀνδρόμαχος θηριακὰς ἐμπλάστρους ε΄. καὶ μετὰ
ταύτας ἑτέραν πάλιν φαιὰν, ἣν Εὐβούλου φησὶν εἶναι. καὶ
μετὰ ταύτην αὖθις ἑτέραν φαιὰν, ἣν Ἀθηνᾶν ὀνομάζει, κᾄπειτα
ἐφεξῆς πάλιν ἑτέρας φαιὰς ἁπλῶς δύο, καὶ μετὰ ταύτας
ἑτέραν ἐφ’ ἧς κατὰ λέξιν οὕτως γέγραπται· φαιὰ νυγματικὴ.
Ἀνδρομάχου. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. κηροῦ
νέου δραχ. η΄. τερμινθίνης δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄.
πίσσης ξηρᾶς δραχ. μ΄. ὡς δὲ Ζήνων, μνᾶς ἥμισυ τέταρτον, λιθαργύρου
δραχ. δ΄. ἀλόης Ἰνδικῆς δραχ. β΄. ἀριστολοχίας δραχ. β΄.
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]