De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
καὶ πλέον αὐταῖς μῖξαι τοῦ λιβανωτοῦ. καὶ τοσούτῳ γε ἂν
ἐγεγόνει τὸ φάρμακον πρᾳότερον, ὅσῳ πλέον ἐμέμικτο. σφοδρὸν
δ’ αὐτὸ φυλάξαι βουληθεὶς ἔλαττον ἔμιξε. σοὶ δ’
ἔξεστι διττῶς αὐτὸ συνθεῖναι. μετὰ γὰρ τὸ λειῶσαι τὰ
πρῶτα πέντε καὶ μῖξαι πάνθ’ ὁμοῦ, διελὼν εἰς δύο μοίρας
τὸ γενησόμενον ἄθροισμα τῇ μὲν ἑτέρᾳ μοίρᾳ μῖξον ἑκκαίδεκα
δραχμῶν τοῦ λιβανωτοῦ, τῇ δ’ ἑτέρᾳ τὸ διπλάσιον,
εἶτα τήξας καὶ ψύξας καὶ ξύσας τὴν γενομένην ἐκ τῶν
τηκτῶν φαρμάκων κηρωτὴν, διελὼν καὶ ταύτην δίχα τὸ μὲν
ἕτερον μέρος μῖξον τῷ πλέονα τὸν λιβανωτὸν ἔχοντι, τὸ δ’.
ἕτερον τῷ λοιπῷ. καὶ περὶ τὴν τοῦ κηροῦ δὲ καὶ στέατος
συμμετρίαν ὁ πρῶτος στοχασμὸς ἱκανὸν ἔχει τὸ πλάτος,
οὐκ εἰδότων ἡμῶν ἀκριβῶς ὁποῖόν τι τῇ συστάσει τὸ φάρμακον
ἔσοιτο. μετὰ δὲ τὸ μιχθῆναι πάντα δῆλον γίγνεται
πότερον ἁπαλώτερον ἢ σκληρότερον ἀπετελέσθη τοῦ προσήκοντος,
ὥστ’ ἐν τῇ δευτέρᾳ συνθέσει προσελθεῖν ἡμᾶς ἀκριβέστερον
τῷ στοχασμῷ καὶ τούτων μὲν αὐτῶν καὶ σὺν αὐτοῖς
δὲ τοῦ ἐλαίου. ὥσπερ γὰρ ἄνευ λογικῆς μεθόδου συνθεῖναι
φάρμακον ἀδύνατόν ἐστιν, οὕτως ἄνευ πείρας οὐχ
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]