De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
τοῖς πλησιάζουσι. νάρκη δὲ μετρίη ὀδύνης λυτικὴ, φησὶν
Ἱπποκράτης. προσέθηκε δὲ καὶ τῶν μεταλλικῶν τήν τε
λεπίδα τοῦ χαλκοῦ καὶ τὴν σχιστὴν στυπτηρίαν, ὑπὲρ ὧν
ἔμπροσθεν εἶπον, ὅπερ ἑκάτερον τῶν φαρμάκων ἁρμόττει
κακοήθεσιν ἕλκεσιν. ἀλόην δ’ ἐκ τῶν στυφόντων καὶ ξηραινόντων
ἀδήκτως φαρμάκων ἔμιξε καὶ τὴν μάνναν τῶν πεσσόντων
τε καὶ παρηγορούντων καὶ διαπυϊσκόντων. τὴν δὲ
πιτυΐνην ὡς ὕλην εἰς ἐμπλάστρου γένεσιν, ὥσπερ γε καὶ τὸν
κηρὸν καὶ τὸ ἔλαιον, ἅμα δὲ καὶ τούτῳ συμβαίνει πραΰνεσθαι
δι’ αὐτῶν τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων. ἥ γε
μὴν πιτυΐνη ῥητίνη καὶ τὸ ξηραίνειν ἔχει καὶ ὅσῳ περ ἂν
ξηροτέρα τοσούτῳ μᾶλλον οἵαν περ ἀξιοῖ βάλλειν. ἐνίους
δέ φησι μεμιχέναι τῷ φαρμάκῳ καὶ χρυσοκόλλης καὶ γῆς
Ἐρετριάδος, ἀμφοτέρων τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰωμένων.
ἔμπαλιν δὲ τούτοις ἅλες ἀμμωνιακοὶ καὶ τὸ καλούμενον
ἀρσενικὸν ἐρεθίζειν ἕλκη πέφυκεν ὑπὸ δριμύτητος, ἀλλὰ
καὶ τοῖς σηπεδονώδεσιν ἁρμόττει. καὶ διὰ τοῦτο πρὸς μὲν
τὰ χειρώνεια τῶν ἑλκῶν οὐ πάνυ τι χρήσιμόν ἐστι τὸ προκείμενον
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]