De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
οὖν τοῖς κηροῖς οὐ πολλή τίς ἐστιν ἡ διαφορὰ καθ’ ὑγρότητα
καὶ ξηρότητα, ταῖς ῥητίναις δ’ ἔμπαλιν, ὥσπερ καὶ
τῇ πίττῃ, παμπόλλη ἡ διαφορὰ ταῖς ξηραῖς ἐστι πρὸς τὰς
ὑγράς. ξηροτάτη μὲν οὖν τῶν ῥητινῶν ἐστιν ἣν ὀνομάζουσί
τινες φρυκτὴν, τινὲς δὲ κολοφωνίαν· δευτέρα δ’ ἡ ἐκ τῶν
κεραμείων, ἀκάθαρτός τε καὶ ἄφρυκτος, ἐὰν δ’ αὐτὴν καθάρῃ
τις, εἰς τὴν φρυκτὴν μεταπίπτει. τούτων δ’ ἀμφοτέρων ξηρότερόν
ἐστι τὸ καλούμενον πιτύϊνον φύσημα. τοῦτο μὲν,
ὡς ἂν αὐχμηρὸν, οὐκ ἐπιτήδειον νομίσας εἶναι εἰς τὴν τῆς
προκειμένης ἐμπλάστρου σύνθεσιν ἀπωσάμην, ἐχρησάμην δὲ
τῇ τε φρυκτῇ καὶ ταῖς ὑγραῖς. εἰσὶ δὲ καὶ τούτων ἔνιαι
μὲν ἐπὶ πλέονα χρόνον ὑγραὶ διαμένουσαι, καθάπερ ἡ τερμινθίνη,
τινὲς δὲ ταχέως ξηραινόμεναι, καθάπερ ἡ στροβιλίνη.
μέση δ’ ἀμφοῖν ἐστιν ἡ ἐλατίνη. καὶ μέντοι καὶ κατὰ
τὰς δυνάμεις θερμοτέρα μὲν ἡ στροβιλίνη, δευτέρα δὲ ἡ ἐλατίνη,
τρίτη δ’ ἀμφοῖν ἡ τερμινθίνη. τὴν κυπαρισσίνην δὲ
ὑπώπτευσα μὴ μιγνύειν, ὡς στύψεως ἔχουσάν τι. δόξει δέ
τις ἡμῖν διαφέρεσθαι κατὰ τὸν περὶ ῥητινῶν λόγον Διοσκορίδην
τὸν Ἀναζαρβέα γράψαντα τήνδε τὴν ῥῆσιν ἐν τῷ
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]