De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ὑπάρχον τὸ μίσυ, καὶ ἧττον δακνῶδές τε καὶ καυστικὸν, παχυμερέστερον
δὲ τὸ σῶρυ καὶ ἧττον ξηραῖνον ἀμφοτέρων,
ὥσπερ καὶ τὸ στίμμι τοῦ σώρεως στυπτικωτέραν καὶ ξηραντικωτέραν
ἔχει δύναμιν. ἐπιτηδειότατον δὲ φάρμακον ἕλκεσι
δυσεπουλώτοις δι’ ὑγρότητα καὶ τὸ διφρυγὲς ὀνομαζόμενον,
ἰσχυρῶς γὰρ ξηραίνει, καίτοι μετρίως δάκνον, ἔχει
δὲ καὶ αὐτὸ πρὸς τῇ δριμείᾳ ποιότητί τε καὶ δυνάμει τὴν
στύφουσαν, ἃς ἀμφοτέρας ἰσχυροτέρας ἥ τ’ ὠμὴ χαλκῖτις καὶ
τὸ χάλκανθον, εἴτ’ ἀῤῥενικῶς ὀνομάζειν αὐτὸ βούλοιτό τις
εἴτε θηλυκῶς εἴτ’ οὐδετέρως. ἀεὶ γὰρ μέμνησθε τοῦ μὴ φιλονεικεῖν
ὑπὲρ ὀνομάτων, ἔνθα πρόκειται θεωρίαν ἐκμαθεῖν
ἀναγκαίαν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ αἰ στυπτηρίαι δὲ
πᾶσαι ξηραίνουσιν ἱκανῶς ἕλκη στύφουσαι σφοδρῶς. ὅθεν
οὐκ ἄν τις αὐταῖς χρήσεται μόναις ἐφ’ ἕλκους, ὥσπερ οὐδὲ
ὠμῇ χαλκίτιδι καὶ ἰῷ. κεκαυμένα δὲ ταῦτα καὶ τὸ μίσυ χρήσιμα,
καθάπερ γε καὶ πλυθέντα. γίγνεται μὲν ἄδηκτα, ξηραίνει
δ’ ἧττον. ἀσφαλέστερον οὖν αὐτοῖς χρῆσθαι πεπλυμένοις,
ἐπειδὴ τὰ πλεῖστα τῶν σωμάτων ἃ θεραπεύειν ἀναγκαζόμεθα,
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]