Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ἐν τῷ πυραμητῷ, τηνικαῦτα γὰρ εἶναι μάλιστα ἀκμαίαν. εὔδηλον δ' ὅτι πυραμητὸν κέκληκε τὸν χρόνον, ἐν ᾧ τοὺς πυροὺς ἀμῶσιν, ὀπτῆσαι δ' αὐτὰς ἀποχρώντως ἐν ἴπνῳ κελεύει, περιπλασθείσας γύψῳ ἢ πηλῷ ἐγκρύπτειν πυρὶ, μέχρις ἂν αὐτάρκως ὀπτηθῶσι, εἶτα ἀνελομένους λαμβάνειν αὐτῶν τὸ ἐγκάρδιον, οὕτως γὰρ αὐτὸς ὠνόμασε, καὶ λεαίνειν τε μιγνύντας ὀρόβου μέρος ἓν τῷ διπλασίῳ τῆς σκίλλης, ἀναπλάσσειν τε μετὰ ταῦτα τροχίσκους, καὶ ψύχειν ἐν σκιᾷ. περὶ δὲ τῶν ἐν ὅλμῳ κοπτομένων φαρμάκων ἐπιμελῶς ἔγραψε, περιδεδέσθαι κελεύων δέρμα περὶ τὸν ὅλμον ἀσφαλῶς, κατὰ τὴν μεσότητα διατετρημένον τοσοῦτον, ὡς δύνασθαι μὴ μόνον τὸ κόπτον ἔλασμα διὰ τῆς ἐκτρήσεως καθίεσθαι, ἀλλὰ καὶ μετὰ τὸ ἀρθῆναι τὸ ἔλασμα, τὴν χεῖρα μετὰ τοῦ μύακος, ὥστε αἴρειν δι' αὐτοῦ τὸ κεκομμένον, καὶ ὀφεῖλον σήθεσθαι. δεήσει δὲ, φησὶ, καὶ ἄλλο δέρμα εἶναι, τὴν ἔκτρησιν ἔχον μικροτέραν, ὡς δι' αὐτῆς μόνον τὸ ἔλασμα καθίεσθαι πρὸς τὸ κόπτειν τὰ ἐν τῷ ὅλμῳ, καὶ τοῦτο ἐπιβεβλῆσθαι τῷ προτέρῳ ἄνωθεν. καὶ

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]