Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἔσται. νυνὶ δὲ ἐπειδὴ τῶν ἐμβαλλομένων εἰς τὴν ἀντίδοτον φαρμάκων ἁπλῶν εἴρηταί μοι πολλὰ, προσθεῖναι βέλτιον αὐτοῖς τὰ λείποντα.

[Ἀρτίσκων θηριακῶν σκευασία.] Τὰς ἐχίδνας οὐχ ὥσπερ ἔνιοι μέσου θέρους, οὐ μὴν οὐδ' ἄρτι τῆς φωλεᾶς παυσαμένας θηρεύειν προσῆκεν. ἐν μὲν γὰρ τῷ θέρει διψώδης ἡ σὰρξ αὐτῶν ἐστιν, ἐπὶ δὲ τῇ φωλεᾷ ξηρὰ καὶ ψυχρὰ καὶ ἄτροφος. κάλλιστος οὖν ἐστι καιρὸς ὁ μεταξὺ τούτων, ὃν καὶ αὐτὸς ὁ Ἀνδρόμαχος ἐδήλωσεν, ἡνίκα καὶ οἱ τῷ Διονύσῳ βακχεύοντες εἰώθασι διασπᾷν τὰς ἐχίδνας, παυομένου μὲν τοῦ ἦρος, οὔπω δ' ἠργμένου θέρους, ἢ εἰ χειμέριον ἐπὶ πολὺ τὸ ἔαρ γίγνοιτο, κατὰ τὴν ἀρχὴν τοῦ θέρους, οὐ κατὰ πολὺ τῆς τῶν πλειάδων ἐπιτολῆς. ὅσαι δὲ ἐγκύμονές εἰσι τῶν ἐχιδνῶν, παραιτεῖσθαι ταύτας. ἀποτέμνειν δὲ τάς τε κεφαλὰς καὶ τὰς οὐρὰς αὐτῶν. πρὸς γὰρ τῷ δοκεῖν ἰωδέστερα ταῦτ' εἶναι τὰ μόρια καὶ τὸ σκληροῖς, καὶ ὀλιγοσάρκοις ὑπάρχειν αὐτοῖς πρόσεστιν. αὔταρκες δ' ἐπὶ τῶν μεγάλων ἐχιδνῶν

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]