Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ἐπιτήδειον οὖσαν εἰς τὰς ἀντιδότους τὴν τρωγλοδύτιν λεγομένην σμύρναν· ἔνιοι δ' αὐτὴν ὀνομάζουσι Μιναίαν ἀπὸ χωρίου καθ' ὃ γεννᾶσθαί φασι τὴν καλλίστην. εὐοδμοτάτη δὲ ἔστω καὶ, ὡς πρόσθεν εἴρηται, μηδὲν ὀποκαλπαθίζον ἐχέτω. κρόκον δὲ τὸν κωρύκιον ἐπαινοῦσι μὲν ἅπαντες οἱ παλαιοὶ, μέχρι καὶ τῶν ποιητῶν· ἐγὼ δὲ ἀκριβῶς τό τε κωρύκιον ἄντρον ἐν ᾧ γεννᾶται, καὶ τὸν κρόκον αὐτὸν ἐθεασάμην, εὐτραφῆ μὲν, οὐ μὴν ὑπὲρ ἅπαντας τοὺς ἄλλους, οὔτ' ἰσχύϊ τῆς ἐν τῷ παραυτίκα ὀδμῆς οὔτ' ἐν τῷ μονίμῳ διαφέροντα. τούτοις δ' ἀξιῶ κρίνειν ὑμᾶς τὸν ἄριστον, οὐ τῷ κατὰ τὴν εὐτροφίαν ὑπερβάλλειν. πρόδηλον δ' ὅτι καὶ ξανθότατός ἐστιν, ὥσπερ εὐοδμότατος ὁ ἄριστος, καὶ χρόνῳ πλείονι παραμένων ἀκμαῖος. ἐπεὶ δὲ καὶ τούτου τίς ἐστι παραποίησις, οὐκ εὔγνωστος τοῖς μὴ πάνυ πολλάκις ἑορακόσι τὸν ἄριστον, ἄμεινον ἡμῖν ἐστιν ἐκ πολλοῦ προεωνημένοις αὐτὸν ἔχειν ἀποκείμενον ἐν ἐπιτηδείῳ τινὶ τῶν κατὰ τὴν οἰκείαν οἰκήματι, ὡς πρόσθεν εἴρηται. μέγιστον γάρ ἐστι δοκίμιον, ἐὰν παραμένῃ τοιοῦτος

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]