Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ἔστι δ' ὁμοία μὲν τῷ καλουμένῳ φοῦ κατὰ γένος, ἰσχυροτέρα μέντοι, καί τι καὶ ἀρωματίζον ἔχουσα. πλεῖστον δ' ἐν τῇ Σίδῃ τῆς Παμφυλίας τὸ καρπήσιον τοῦτο γεννᾶται· διὰ τοῦτο καἰ εὐωνότατόν ἐστιν, ὡς εἴ τις ὑμῶν ἐκεῖ ποτε γένοιτο, λαμβανέτω πλεῖστον, εἰδὼς ἐπὶ πλείονα χρόνον ἐξαρκοῦν αὐτῷ. λεπτὰ δέ ἐστι τὰ κάρφη, παραπλήσια τοῖς ἀκρέμοσι τοῦ κινναμώμου, καὶ καλοῦσιν οἱ ἐπιχώριοι τὸ μὲν ἕτερον αὐτῶν λαέρκινον, τὸ δὲ ἕτερον τὸ πικρὸν, ὅπερ καὶ βέλτιόν ἐστιν. ἑκατέρου δὲ ἀπὸ τοῦ ὄρους ἡ ἐπωνυμία καθ' ὃ φύεται. πολὺ δ' ἔχων αὐτοῦ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ μέρος ἐπειράθην, εἰς ἅπερ καὶ τοῦ καλουμένου φοῦ βάλλομεν. ἔστι γὰρ αὐτὸ παραπλήσιον μὲν, ἰσχυρότερον δὲ, καὶ ὡς ἔφην, ἔχον τι ποιότητος ἀρωματιζούσης ἐν ὀσμῇ τε καὶ γεύσει. τούτων δ' ἁπάντων ὦν περὶ κασσίας εἶπον ἀναγκαιότατόν ἐστι διορίσασθαι ποίαν ἐμβλητέον ἐστὶ κασσίαν, ἐπειδὴ τὴν μὲν Γιζὶ μάλιστα ἐπαινοῦσιν, ἐφεξῆς δὲ τὴν μοτὼ καλουμένην, εἰσὶ δὲ οἳ καὶ τὴν ἀρηβὼ καὶ τὴν δαφνῖτιν. ὅτι μὲν οὖν

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]