Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ἡ Γιζὶ παραπλήσιον κινναμώμῳ κατὰ πάντα ἐστὶν εἴρηταί μοι καὶ πρόσθεν. ἡ γοῦν συνεχέστατα παρὰ τῶν περὶ τὰ τοιαῦτα δεινῶν, ὡς κιννάμωμον πιπρασκομένη, ταὐτοῦ γένους ἐστίν. ἀλλὰ τῆς γε συριγγίδος ὑπό τινων ὀνομαζομένης, ὁ νεώτερος Ἀνδρόμαχος ἐμβάλλειν ἀξιοῖ. πᾶσι δ' αὕτη γινώσκεται, καὶ γὰρ καὶ εὐωνοτάτη πάντων ἐστὶ, τὸν μὲν ἔξωθεν φλοιὸν, ὅνπερ καὶ σύριγγα καλοῦσιν, ἰσχυρὸν ἔχουσα κατ' ὀσμήν τε καὶ γεῦσιν, τὸ δ' ἔνδον ἀσθενέστατον, ὡς μηδεμίαν αὐτοῦ χρείαν ἡμῖν γίνεσθαι. διὰ μὲν οὖν τῶν προγεγραμμένων ἐλεγείων ἀδιορίστως εἴρηται τὸ τῆς κασσίας ὄνομα. κατὰ δὲ τὴν πεζῇ γεγραμμένην ὑπὸ τοῦ υἱέως αὐτοῦ πρόσκειται τῷ τῆς κασσίας ὀνόματι τὸ τῆς σύριγγος, ἥ τ' ἀπ' ἐκείνου μέχρι νῦν ἡμῖν παραδεδομένη διαδοχὴ τῶν σκευαζόντων τῷ αὐτοκράτορι, τὸ τῆς σύριγγος ὄνομα προσκείμενον ἔχει. ἐφεξῆς δὲ τῆς προγεγραμμένης ὁ Ἀνδρόμαχος Ἰνδικὴν νάρδον κελεύει βαλεῖν, ἥνπερ καὶ στάχυν ὀνομάζομεν νάρδου, καίτοι ῥίζαν οὖσαν, ἀπὸ τῆς πρὸς τοὺς ἀστάχυας ὁμοιότητος κατὰ τὴν μορφὴν, ἐφ' ἧς φυλάττεσθαι

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]