Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

χρὴ, μή πως ἀποδῷ τις ἡμῖν τὴν ἔκπλυτον ὀνομαζομένην. ἔστι δ' αὐτὴ τοῖς τὰ μύρα σκευάζουσι προϋπηρετηκυῖα κατὰ τὴν ἕψησιν αὐτῶν, ὡς εἰώθασιν, ἀκέραιος πιπρασκομένη. διὸ καὶ τὰς ὄμφας ὀνομαζομένας βαρβάρῳ γλώττῃ προσήκει λαμβάνειν, ὧν καὶ ἡ περιπεπλασμένη γῆ τῇ ῥίζῃ ἀφεψηθεῖσα τὴν ὀσμὴν ἔχει τῆς νάρδου. σχοῖνον δὲ ἐπὶ τούτοις τὴν ἐξ Ἀραβίας ἐμβάλλειν κελεύει, καλουμένην ὑπὸ τῶν πολλῶν, οὐκ οἶδ' ὅπως ἄνθος σχοίνου, καίτοι γ' ἡμῶν οὐ πάνυ τι τοῦ ἄνθους εὐπορούντων, ὅλης τῆς κομιζομένης πόας ἐπιβεβρωμένης πολλάκις ἄνωθεν ὑπὸ τῶν καμήλων· ἥδιστά τε γὰρ αὐτὴν νέμονται καὶ πλείστην ἔχουσιν ἐν ταῖς Ἀραβίαις ὁδοῖς γεννωμένην. ἔστι δ' εὔωνόν τε τὸ φάρμακον καὶ μόνῳ τῷ τῆς ὀσμῆς ἀκμαίῳ κρινόμενον, ἐπειδὴ διὰ ταχέων ἀποπνεῖ τὸ εὐῶδες αὐτῆς. ἐφεξῆς δὲ γράφοντος τοῦ Ἀνδρομάχου, καὶ λίβανον μίσγοιο καὶ ἀγλαΐην στήσαιο, τὴν ἀγλαΐην οὐ χρὴ ζητεῖν ἡμᾶς ὡς ἄλλου τινὸς φαρμάκου ὄνομα. διὰ γὰρ τῆς πεζῇ γεγραμμένης τῷ νεωτέρῳ Ἀνδρο μάχῳ συνθέσεως τῆς ἀντιδότου

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]