Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

καὶ διὰ τῆς ἄχρι νῦν εἰς ἡμᾶς καθηκούσης παραδόσεως, οὔτε φαρμάκου τινὸς ὄνομά ἐστιν ἡ ἀγλαΐα· καὶ τὰς δραχ. ιβ΄. ἕλκον τῷ σταθμῷ τὸ φάρμακον πάντα συμφώνως εἴρηται τῷ τε πρεσβυτέρῳ καὶ τῷ νεωτέρῳ Ἀνδρομάχω, καὶ οὐδὲν ἔξωθεν ἐκείνων πρόσκειται, καθ' οὗ τὸ τῆς ἀγλαΐας ὄνομα λέγεσθαί τις ἡγήσεται, ὥστ' ἴσως τὴν ἀγλαΐαν ἐπίθετον τοῦ λιβανωτοῦ τῷ συντιθέντι τὴν ἐλεγείαν ἔδοξε προσθεῖναι. ἐφεξῆς δὲ μέλανός τε πεπέρεως καὶ δικτάμνου καὶ πρασίου καὶ ῥήου μνημονεύει, γνωρίμων ἅπασι πραγμάτων. ἡ δ' ἐκ παραδόσεως ἡμῖν δεδομένη γραφὴ προσκείμενον ἔχει τοῦ πεπέρεως τὸ βαρύσταθμον. μεῖζον δ' ἐστὶ τοῦτο τοῦ ἄλλου πεπέρεως, καὶ τὸν φλοιὸν ἔχει λεπτότερόν τε καὶ ἦττον ῥυσσόν. ἐπὶ δὲ τοῦ ῥήου καὶ αὐτοῦ παραποίησις μέν ἐστιν, ἐπειδὴ εὐθέως ἐν τοῖς χωρίοις ἐν οἶς γεννᾶται, πρόσφατον ἔνιοι λαμβάνοντες αὐτὸ καὶ ἀφέψοντες, ὡς ἀνεῖναι τὸν χυλὸν, ἐκεῖνον μὲν ἑψήσαντες πέμπουσιν ἡμῖν, ὡς εἰλικρινῆ καὶ ἄμικτον ὕδατι. τὸ δὲ ῥῆον ξηράναντες ὡς οὐδὲ αὐτὸ προαφεψημένον ἀποστέλλουσι. διὰ τοῦτ' ἐπίστασθαι 

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]