
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
μέγα με θαῦμα κατεῖχε, καὶ τῇ καθ᾿ ἡμᾶς τύχῃ πολλὴν
τὴν χάριν εἶχον, ὅτι σε φιλοπόνως οὕτως ἔχοντα περὶ
τὴν τέχνην ἔβλεπον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἄλλων ἀνθρώπων
μόνην τὴν ἀκοὴν ὑπὸ τῶν ταύτης λόγων εὐφραίνεσθαι
θέλουσι. σὺ δὲ οὐ μόνον τῶν λεγομένων ἡδέως
ἀκούεις, ἀλλὰ καὶ πολλὰ τῶν μὴ λεγομένων ἐξ ἐμφύτου
συνέσεως εὑρίσκεις εὐφυῶς. ἔνια δὲ καὶ τῶν ἔργων οὕτως
ἀκριβῶς ἐπίστασαι καὶ βλέπεις, ὡς οἱ φιλοπόνως μαθόντες
ἡμεῖς. ὅπερ ὡς ἀληθῶς ἐγὼ θεασάμενος ἐπὶ σοῦ καὶ πάνυ
κατεπλάγην. ὁπότε γάρ σου τῶν παίδων ὁ φίλτατος τὴν
περὶ τὸ περιτόναιον διάθεσιν ἔσχεν ἔκ τινος τοῦ ἱππεύειν
ἀνάγκης, ἐπειδή τις καὶ δημοτελὴς ἦν μυστηρίων
ἱερουργὸς, διὰ θρησκείαν, τὴν ὑπὲρ Ῥωμαίων θεῶν ἀναγκαίως
ἀγομένην τότε, ἐφ᾿ ᾧ δὴ καὶ τοὺς εὐγενεστάτους παῖδας
ἱππεύοντας εὐρύθμως, καὶ χορεύοντας, ὥσπερ τοῖς ἵπποις,
ἔδει τινὰ τῶν μυστηρίων καὶ αὐτοὺς ἐπιτελεῖν. ὅτε
δὴ καὶ τοῦ παιδὸς τοῦ σοῦ ἁπαλοῦ τυγχάνοντος πάνυ, ὁ
τόπος οὗτος περιθλασθεὶς, βιαίως ἀπέστη τε τῶν ὑποκειμένων,
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]