De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
ὁ οἶνος μιχθεὶς τοῖς θηρίοις τὸν ἀπ᾿ αὐτῶν τῶν θηρίων
κίνδυνον ἐκφεύγειν ποιεῖ, δηλονότι καὶ ἡ θηριακὴ ἐκ τοσούτων
καὶ τοιούτων τὴν σκευασίαν ἔχουσα παιώνιόν τι φάρμακον
μᾶλλον, ἀλλ᾿ οὐκ ἀναιρετικὸν τῶν ἀνθρώπων γίνεται.
ἐκεῖνο γὰρ ἐν ταῖς μίξεσι τῶν φαρμάκων γιγνόμενον εἰδέναι
χρὴ, ὅτι μηκέτι ἀποσώζεται ἡ ἑκάστου τῶν μιγνυμένων δύναμις,
ἡ αὐτὴ μένουσα καὶ ἄτρεπτος, εἰς τὸ μηδὲν ἀλλοιουμένη,
ἀλλ᾿ ἕνωσίς τις ἀποτελεῖται τῶν ἁπάντων, ὅλης δι᾿
ὅλων τῆς κράσεως αὐτῶν μιγνυμένης καὶ μιᾶς τινος
δυνάμεως ἄλλης ἐξ αὐτῶν γινομένης, ὅνπερ τρόπον ἐστὶν
ἰδεῖν καὶ ἐπὶ τοῦ οἰνομέλιτος γιγνόμενον. ὅταν γὰρ ἡ κρᾶσις
ἀμφοῖν ἀκριβὴς γένηται, οὔτε τὴν τοῦ μέλιτος γεῦσιν
τὸ μέλι μιχθὲν ὅλως ἔχει καὶ ὁ οἶνος οὐκέτ᾿ ὢν οἶνος ἐν
τῇ μίξει φαίνεται, ἀλλὰ παρ᾿ ἑκάτερον τῶν συνελθόντων
ἄλλο τι, αὐτὸ δὴ τοῦτο οἰνόμελι, γιγνόμενον ἐκ τῆς κράσεως
ἀποτελεῖται. τὸ αὐτὸ δή μοι νόμιζε γίγνεσθαι ἐπὶ
τῶν ἄλλων μὲν ἁπάντων φαρμάκων, καὶ ἐπὶ τῆς θηριακῆς
δὲ μάλιστα αὐτῆς, μηκέτι τὴν ἑνὸς ἑκάστου τῶν μιγνυμένων
δύναμίν τε καὶ ποιότητα αὐτὴν μένειν, ἀλλὰ συγκριναμένων
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]