
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
καὶ ζωῆς ἔχοντες. εἶτα τὸ κρῖναι τὸ φάρμακον θέλοντες,
εἰ τοῦθ᾿ ὅπερ ἐπαγγέλλεται, καὶ δρᾷν δύναται, ἐπὶ τῶν ἤδη
διά τινας πονηρὰς καὶ παρανόμους πράξεις κατακριθέντων
ἀποθανεῖν δοκιμάζουσιν αὐτὸ, ἡμεῖς μὲν ἐπ᾿ ἀνθρώπων
τὴν κρίσιν αὐτοῦ ποιεῖσθαι μὴ δυνάμενοι, ἐπί τινων ἄλλων
ζώων τὸ αὐτὸ δρῶντες, τὴν ἀληθῆ τοῦ φαρμάκου κρίσιν
εὑρίσκειν πειρώμεθα. ἀλεκτρυόνας γὰρ λαβόντες, τοὺς μὴ
ὅσοι γέ τινες οἰκοδίαιτοί τέ εἰσιν, καὶ ἡμῖν ὁμορόφιοι,
ἄγριοι δὲ μᾶλλον τυγχάνουσιν ὄντες, καὶ ξηρότερον κεκραμένοι
τὸ σῶμα, οὕτως αὐτοῖς προβάλλομεν τὰ θηρία, καὶ
τὰ μὲν εὐθέως ἀποθνήσκει τὰ μὴ πιόντα, ὅσα δὲ πέπωκεν,
ἰσχύει καὶ μετὰ τὸ δῆγμα τὴν ζωὴν ἔχει. δοκιμάζειν
δ᾿ ἐνίοτε χρὴ τὸ φάρμακον, εἰ μή ἐστι δεδολωμένον.
καὶ τούτῳ τῷ τρόπῳ. διδόντες γάρ τι τῶν διὰ γαστρὸς
καθαίρειν δυναμένων φαρμάκων, προδίδομεν τῆς θηριακῆς,
καὶ ὅταν δοθείσης αὐτῆς μὴ καθαίρηται ὁ λαβὼν τὸ καθαρτικὸν
φάρμακον, αὐτῷ δοκιμάζομεν τὴν ἀντίδοτον ἀρίστην
οὖσαν, ἐπειδὴ ἐκώλυσε τὴν κάθαρσιν γενέσθαι τῷ
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]