De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
ἐν αὐταῖς ταῖς σαρξὶν αὐτῶν καταμεμιγμένης. ὥσπερ δὴ
καὶ ἐπ᾿ ἄλλων ζώων πολλὰ τῶν μερῶν οὐκ ὀλίγα τῶν παθῶν
ἀγωνιστικῶς θεραπεύεσθαι οἴδαμεν. ἐνίοις γοῦν βοηθοῦσιν
αἱ κεφαλαὶ τῶν μυῶν, καυθεῖσαι γὰρ καὶ μετὰ μέλιτος
χριόμεναι, τὰς ἀλωπεκίας ἰᾶσθαι δύνανται. καὶ τοῦ
ἰκτίνου τὴν κεφαλὴν, φασὶν, ὁμοίως τοὺς ποδαγριῶντας
ὠφελεῖν, εἴ τις αὐτῆς ξηρανθείσης ἄνευ τῶν πτερῶν ὅσον
ὑπὸ τοῖς τρισὶ δακτύλοις ἐπιπάσας ὕδατι πίνειν ἐθέλοι. καὶ
τῶν μερῶν δὲ πολλάκις αὐτὰ μόνα τὰ μόρια τινὰ τῶν παθῶν
ἰᾶσθαι δύνανται. ὁ γοῦν τῆς καμήλου ἐγκέφαλος ξηρανθεὶς
καὶ μετ᾿ ὄξους πινόμενος ἐπιληπτικοὺς ἰᾶται καὶ
ὁ τῆς γαλῆς ὁμοίως. ὁ δὲ τῆς χελιδόνος μετὰ μέλιτος
πρὸς ὑποχύσεις ποιεῖ. καὶ ὁ τῶν προβάτων σκευασθεὶς
ὁμοίως ταῖς τῶν παίδων ὀδοντοφυΐαις ἄκρως βοηθεῖ. τοῦ
δὲ ταυρείου κέρατος τὸ ξύσμα μεθ᾿ ὕδατος πινόμενον αἱμοῤῥαγίας
ἐπέχει. καὶ οἱ μηροὶ δὲ καιόμενοι ἐπέχουσι τὸ
αἷμα. πολλάκις δὲ καὶ τὴν γαστέρα λελυμένην τὸ αὐτὸ
τοῦτο ἵστησι τὸ δὲ τοῦ ἐλάφου κέρατος ῥίνημα καιόμενον
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]